Σας καλωσορίζουμε στο επίσημο ιστολόγιο του Ι. Ν. Παναγίας Αλεξιωτίσσης - Σας Ευχαριστούμε πολύ για την επίσκεψη σας.

Συμπληρώστε το e-mail σας, για να λαμβάνετε ηλεκτρονικά τις αναρτήσεις μας

Θα σας σταλεί ένα email για ενεργοποίηση.

Εὐχή εἰς τήν μεγαλώνυμον Θεοπρομήτορα Ἄνναν Τήν Λύουσαν τά δεσμά τῆς ἀτεκνίας καί στειρότητος

 Τοῦ Κυρίου δεηθῶμεν


Ἡ ἐξαίρετος ρίζα ἡ βλαστήσασα φυτόν ἀγλαόκαρπον καί ἀειθαλές, τήν ὑπερύμνητον Θεοτόκον, ἐξ ἧς προῆλθεν ὁ ἀρχηγός τῆς ζωῆς καί τελειωτής τῆς πίστεως Ἰησοῦς Χριστός· ἡ πολύρρυτος βρύσις, ἐξ ἧς προῆλθεν ὡς χείμαρρος τρυφῆς καί ποταμός εἰρήνης ἡ εὐλογημένη ἐν γυναιξίν, ἡ ἀναβλύσασα τήν ἄβυσσον τῶν ἀγαθῶν καί τό ἀπέραντον πέλαγος τῆς ἀγαθότητος καί ἀτελευτήτου μακαριότητος· 
ἡ προορισθεῖσα κυοφορῆσαι τήν λαμπροτέραν ἀσυγκρίτως τῶν ἡλιακῶν ἀκτίνων, ἥν προεῖδον καί προηγόρευσαν αἵ προφητικαί σάλπιγγες· ἡ γνωριζόμενη ἐκ τοῦ καρποῦ αὐτῆς, τῆς βασιλίδος τῶν Ἀγγέλων καί ὑψηλοτέρας ὑπαρχούσης τῶν οὐρανῶν, ὡς σκεύος ἐκλογῆς τοῦ Ἁγίου Πνεύματος καί χάριτος δοχεῖον διαυγέστατον· ἡ τῆς δικαιοσύνης καί ἀμέμπτου βιοτῆς καί πολιτείας εἰκών καί σωφροσύνης λειμών εὐώδης καί ἡδύπνευστος· ἡ ἐκπληρώσασα τά ἐν τῷ νόμῳ προστάγματα ἐν εὐθύτητι καρδίας καί ζεούσῃ εὐλαβείᾳ καί πάσῃ ἀκριβείᾳ μετά τοῦ μακαρίου αὐτῆς ὁμοζύγου καί θεοφόρου Ἰωακείμ· ἡ νεύσει θείᾳ  συλλαβούσα ἐν ἡλικίᾳ προβεβηκυίᾳ καί τέξασα τήν πρό αἰώνων προορισθεῖσαν γενέσθαι Μητέρα Θεοῦ· ἡ τοῦ πανοικτίρμονος καί πανευϊλάτου Θεοῦ προμήτωρ,  ἡ ἑτοίμη ἀντίληψις καί προστασία τῶν εἰς σέ καταφευγόντων ἐκ πίστεως, ἡ παραμυθία τῶν καταπονουμένων καί ἀνάψυξις τῶν τεθλιμμένων, ἡ τάς ἀτεκνούσας καί στειρευούσας γυναίκας εὐτεκνούσας ἀποδεικνύουσα τῇ τοῦ Ἐγγονοῦ σου χάριτι, πρόσδεξαι καί τήν δέησιν ἡμῶν τῶν ἁμαρτωλῶν καί τήν δυσθυμίαν τῆς ἀπαιδίας τῶν ἱκετῶν σου εἰς εὐθυμίαν παιδοποιϊας μεταποίησον.

Δός καρπόν κοιλίας τοῖς ἐπικαλουμένοις σέ διαλύουσα αὐτῶν τῆς ἀκαρπίας τόν γνόφον καί ταῖς ἀτεκνούσαις γυναιξίν ὡς λυτήριον στειρότητος εὐτέκνους ποίησον ταῖς μακαρίζουσαις σέ καί δοξολογούσαις τόν Θεάθρωπον Ἐγγονόν σου καί ἡμῶν Πλάστην καί Κύριον.

Ναί,  μακαρία καί χαριτόβρυτε Ἄννα, ἡ πᾶσιν ὡς σελήνη πλησιφαής ἐκπέμπουσα τό γαλήνιον καί ἱλαρόν φῶς τῶν ἐν  σοί θεοσδότων δωρεῶν, ἡ τῆς Σάρρας ἀναδειχθεῖσα τιμιωτέρα, τῆς  Ἄννης τοῦ Σαμουήλ λαμπροτέρα, τῆς Ἐλισάβετ ἐνδοξοτέρα καί πασῶν τῶν δικαίων γυναικῶν, ὧν ὁ νόμος εὔφημον ποιεῖται μνείαν ἀξιωτέρα καί ὡς ἐκ τούτου πολλῆς τιμῆς καί χάριτος ἀξιωθεῖσα, πλῆσον χαρμονῆς καί ἀγαλλιάσεως τάς καρδίας τῶν εἰς σέ καταφευγόντων καί δός τήν χάριν σου τῇ δούλη σου, (…) τῇ ἀπεκδεχομένῃ τήν σήν ταχινήν ἀρωγήν καί βοήθειαν διανοίγουσα αὐτῆς τήν γαστέρα, ἵνα διά τῆς σῆς μεσιτείας καί ἀντιλήψεως τύχῃ τοῦ ἐφετοῦ τῆς συλλήψεως τέκνου καί δοξάσῃ τό πανάγιον ὄνομα τοῦ Θεανθρώπου Ἐγγονοῦ σου καί Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ· Ὧ, πρέπει πάσα δόξα, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
+ + + + + + + + +

Αυτή η ευχή διαβάζεται κάθε τετάρτη απόγευμα στίς 5:00μ.μ. στό παρεκκλήσιο τῆς Ἁγίας Ἄννης τήν ώρα που τελείται εσπερινός και Ιερά Παράκλησις πρός την Θεοπρομήτορα Αγία Άννα ιδίως δια τα άτεκνα ζευγάρια. 

Σημ. Τό παρεκκλήσιο βρίσκεται στόν ἡμιυπόγειο χῶρο τοῦ νέου πνευματικοῦ μας κέντρου.

Δεν υπάρχουν σχόλια :

Τα δικά σας σχόλια!

Related Posts Plugin for WordPress, Blogger...