10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι ᾿Ηλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ᾿Ιωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Θεραπεία ἑνὸς σεληνιαζομένου παιδιοῦ
14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Μετάφραση
10 Καὶ τὸν ἐρώτησαν οἱ μαθηταί, «Γιατὶ λοιπὸν λέγουν οἱ γραμματεῖς ὅτι πρέπει νὰ ἔλθῃ πρῶτα ὁ Ἠλίας;».
11 Αὐτὸς δὲ ἀπεκρίθη, «Ὁ Ἠλίας μὲν ἔρχεται πρῶτα καὶ θὰ βάλῃ ὅλα σὲ τάξιν. 12 Σᾶς λέγω ὅμως, ὅτι ὁ Ἠλίας ἤδη ἦλθε καὶ δὲν τὸν ἀνεγνώρισαν ἀλλὰ τοῦ ἔκαναν ὅ,τι ἤθελαν. Κατὰ τὸν ἴδιο τρόπο καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου μέλλει νὰ πάθῃ ἀπὸ αὐτοὺς». 13 Τότε κατάλαβαν οἱ μαθηταὶ ὅτι τοὺς ἐμίλησε γιὰ τὸν Ἰωάννην τὸν Βαπτιστήν.
Θεραπεία ἑνὸς σεληνιαζομένου παιδιοῦ
14 Καὶ ὅταν ἦλθαν πρὸς τὸ πλῆθος, τὸν ἐπλησίασε ἕνας καί, γονατιστός, 15 τοῦ ἔλεγε, «Κύριε, ἐλέησε τὸ παιδί μου, διότι σεληνιάζεται καὶ ὑποφέρει πολύ. Πολλὲς φορὲς πέφτει στὴ φωτιὰ καὶ πολλὲς φορὲς στὸ νερό. 16 Καὶ τὸν ἔφερα εἰς τοὺς μαθητάς σου ἀλλὰ δὲν μπόρεσαν νὰ τὸν θεραπεύσουν». 17 Καὶ ὁ Ἰησοῦς εἶπε, «Ὦ γενεὰ ἄπιστη καὶ διεστραμμένη, ἕως πότε θὰ εἶμαι μαζί σας; Ἕως πότε θὰ σᾶς ἀνέχωμαι; 18 Φέρετέ μου αὐτὸν ἐδῶ». Καὶ ἐπέπληξε αὐτὸν ὁ Ἰησοῦς καὶ ἐβγῆκε ἀπὸ αὐτὸν τὸ δαιμόνιον καὶ ἐθεραπεύθηκε τὸ παιδὶ ἀπὸ τὴν ὥραν ἐκείνην.
Δεν υπάρχουν σχόλια :