1 Παρήσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξε μετὰ τῶν θυσιῶν αὐτῶν.
2 Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν;
3 Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοῆτε, πάντες ὡσαύτως ἀπολεῖσθε.
4 Ἢ ἐκεῖνοι οἱ δέκα καὶ ὀκτώ, ἐφ᾿ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι οὗτοι ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἐν ῾Ιερουσαλήμ;
5 Οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἐὰν μὴ μετανοήσητε, πάντες ὁμοίως ἀπολεῖσθε.
6 Ἔλεγε δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ πεφυτευμένην, καὶ ἦλθε ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν.
7 Εἶπε δὲ πρὸς τὸν ἀμπελουργόν· ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω· ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ;
8 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια.
μετάφραση
1 Ἐκείνην τὴν στιγμὴν ἦλθαν μερικοὶ καὶ τοῦ εἶπαν περὶ τῶν Γαλιλαίων, τῶν ὁποίων τὸ αἷμα ὁ Πιλᾶτος ἀνέμιξε μὲ τὰς θυσίας των.
2 Καὶ ὁ Ἰησοῦς τοὺς ἀπεκρίθη, «Νομίζετε ὅτι αὐτοὶ οἱ Γαλιλαῖοι ἐπειδὴ ἔπαθαν αὐτά, ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους Γαλιλαίους;
3 Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο.
4 Ἢ ἐκεῖνοι οἱ δέκα ὀκτὼ ποὺ ἔπεσε ἐπάνω τους ὁ πύργος τοῦ Σιλωὰμ καὶ τοὺς ἐσκότωσε, νομίζετε ὅτι ἦσαν περισσότερον ἁμαρτωλοὶ ἀπὸ ὅλους τοὺς ἄλλους κατοίκους τῆς Ἱερουσαλήμ;
5 Ὄχι σᾶς λέγω, ἀλλ’ ἐὰν δὲν μετανοήσετε, θὰ χαθῆτε ὅλοι κατὰ τὸν ἴδιο τρόπο».
6 Εἶπε δὲ αὐτὴν τὴν παραβολήν, «Εἶχε κάποιος μιὰ συκιὰ φυτεμένη στὸ ἀμπέλι του καὶ ἦλθε νὰ ζητήσῃ καρπὸν εἰς αὐτὴν ἀλλὰ δὲν εὑρῆκε.
7 Καὶ εἶπε εἰς τὸν ἀμπελουργόν, «Τρία χρόνια τώρα ἔρχομαι καὶ ζητῶ καρπὸν στὴ συκιὰ αὐτὴ καὶ δὲν βρίσκω· κόψε την· διατὶ νὰ ἀχρηστεύῃ καὶ τὴν γῆν;».
8 Ἐκεῖνος δὲ ἀπεκρίθη, «Κύριε, ἄφησέ την καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω γύρω της καὶ βάλω κοπριά,
9 καὶ ἐὰν κάνῃ καρπόν, ἔχει καλῶς· ἄλλως θὰ τὴν κόψῃς εἰς τὸ μέλλον».
Δεν υπάρχουν σχόλια :