Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τὸν ᾿Ιησοῦν εἰς ῾Ιεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. ᾿Απήγγειλαν δὲ αὐτῷ ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· ᾿Ιησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ·
αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ ᾿Ιησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ᾿Εγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν λέγων· Τί σοι θέλεις ποιήσω; ῾Ο δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ᾿Ανάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
Απόδοση στη νεοελληνική
Ἐκεῖνο
τὸν καιρό, καθὼς ὁ ᾿Ιησοῦς πλησίαζε στὴν ῾Ιεριχώ, ἕνας τυφλὸς καθόταν
στὴν ἄκρη τοῦ δρόμου καὶ ζητιάνευε. ῞Οταν ἄκουσε τὸ πλῆθος ποὺ περνοῦσε,
ρώτησε νὰ μάθει τί συνέβαινε. Τοῦ εἶπαν ὅτι περνάει ὁ ᾿Ιησοῦς ὁ
Ναζωραῖος. Τότε ἐκεῖνος ἄρχισε νὰ φωνάζει δυνατά· ᾿Ιησοῦ, Υἱὲ τοῦ Δαβίδ,
σπλαχνίσου με! Αὐτοὶ ποὺ προπορεύονταν τὸν μάλωναν νὰ σωπάσει, ἐκεῖνος
ὅμως φώναζε ἀκόμη πιὸ πολύ· Υἱὲ τοῦ Δαβίδ, σπλαχνίσου με! Τότε ὁ ᾿Ιησοῦς
στάθηκε κι ἔδωσε ἐντολὴ νὰ τὸν φέρουν κοντά του. Αὐτὸς πλησίασε κι
ἐκεῖνος τὸν ρώτησε· Τί θέλεις νὰ σοῦ κάνω; Κύριε, θέλω ν’ ἀποκτήσω τὸ
φῶς μου, ἀποκρίθηκε. Κι ὁ ᾿Ιησοῦς τοῦ εἶπε· Ν’ ἀποκτήσεις τὸ φῶς σου! ῾Η
πίστη σου σὲ ἔσωσε. ᾿Αμέσως ὁ τυφλὸς βρῆκε τὸ φῶς του κι ἀκολουθοῦσε
τὸν ᾿Ιησοῦ δοξάζοντας τὸν Θεό. Καὶ ὅλος ὁ κόσμος, ὅταν τὸν εἶδε,
δοξολογοῦσε τὸν Θεό.
Δεν υπάρχουν σχόλια :