Σας καλωσορίζουμε στο επίσημο ιστολόγιο του Ι. Ν. Παναγίας Αλεξιωτίσσης - Σας Ευχαριστούμε πολύ για την επίσκεψη σας.

Συμπληρώστε το e-mail σας, για να λαμβάνετε ηλεκτρονικά τις αναρτήσεις μας

Θα σας σταλεί ένα email για ενεργοποίηση.

ΕΥΑΓΓΕΛΙΟΝ ΤΗΣ ΗΜΕΡΑΣ (Μτθ. η' 14-23)

Θεραπεία τῆς πενθερᾶς τοῦ Πέτρου καὶ ἄλλων

14 Καὶ ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. 16 ᾿Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, 17 ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.

Ο ᾿Ιησοῦς Χριστὸς δοκιμάζει ἀσταθεῖς μαθητὰς

18 ᾿Ιδὼν δὲ ὁ ᾿Ιησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 Καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ· διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20 καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.

21 ῞Ετερος δὲ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.

22 ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἀκολούθει μοι, καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. Τὸ γαλήνευμα τῆς τρικυμίας
23 Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.

Δεν υπάρχουν σχόλια :

Τα δικά σας σχόλια!


Related Posts Plugin for WordPress, Blogger...