Τῷ
καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο
πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν
τὰ δίκτυα. ᾿Εμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν
αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον·
καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
῾Ως δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ᾿Επανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ᾿Επιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. ᾿Ιδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ῎Εξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Απόδοση στη νεοελληνική
Ἐκεῖνο
τὸν καιρό, καθὼς στεκόταν ὁ ᾿Ιησοῦς στὴν ὄχθη τῆς λίμνης Γεννησαρέτ,
εἶδε δύο ψαροκάικα στὴν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατεβεῖ ἀπ’
αὐτὰ καὶ ἔπλεναν τὰ δίχτυα. ᾿Εκεῖνος ἀνέβηκε σ’ ἕνα ἀπὸ τὰ ψαροκάϊκα, σ’ αὐτὸ ποὺ ἦταν τοῦ Σίμωνα, καὶ τὸν παρακάλεσε νὰ τραβηχτεῖ λίγο ἀπὸ τὴν ξηρά. Κάθισε στὸ ψαροκάϊκο
καὶ ἀπ’ αὐτὸ δίδασκε τὰ πλήθη. ῞Οταν τελείωσε τὴν ὁμιλία του, εἶπε
στὸν Σίμωνα· Πήγαινε στὰ βαθιὰ καὶ ρίξτε τὰ δίχτυα σας γιὰ ψάρεμα. ῾Ο
Σίμων τοῦ ἀποκρίθηκε· Διδάσκαλε, ὅλη τὴ νύχτα παιδευόμασταν καὶ δὲν
πιάσαμε τίποτε· ἐπειδὴ ὅμως τὸ λὲς ἐσύ, θὰ ρίξω τὸ δίχτυ. Τὸ ἔριξαν κι
ἔπιασαν πάρα πολλὰ ψάρια, τόσα ποὺ τὸ δίχτυ τους ἄρχισε νὰ σκίζεται. Μὲ
νεύματα εἰδοποίησαν τοὺς συνεταίρους τους, ποὺ ἦταν στὸ ἄλλο πλοῖο νὰ
ἔρθουν νὰ τοὺς βοηθήσουν. ᾿Εκεῖνοι ἦρθαν καὶ γέμισαν καὶ τὰ δύο
ψαροκάικα σὲ σημεῖο ποὺ νὰ κινδυνεύουν νὰ βυθιστοῦν. ῞Οταν ὁ Σίμων
Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στὰ γόνατα τοῦ ᾿Ιησοῦ καὶ τοῦ εἶπε· Βγὲς
ἀπὸ τὸ καΐκι μου, Κύριε, γιατὶ εἶμαι ἄνθρωπος ἁμαρτωλός. Αὐτὰ τὰ εἶπε
γιατὶ εἶχε κυριευτεῖ ἀπὸ δέος, αὐτὸς καὶ ὅλοι ὅσοι ἦταν μαζί του, γιὰ
τὰ πολλὰ ψάρια ποὺ εἶχαν πιάσει. Τὸ ἴδιο συνέβη καὶ μὲ τὰ παιδιὰ τοῦ
Ζεβεδαίου, τὸν ᾿Ιάκωβο καὶ τὸν ᾿Ιωάννη, ποὺ ἦταν συνεργάτες τοῦ Σίμωνα.
῾Ο ᾿Ιησοῦς τότε εἶπε στὸν Σίμωνα· Μὴ φοβᾶσαι, ἀπὸ τώρα θὰ ψαρεύεις
ἀνθρώπους. ῞Υστερα, ἀφοῦ τράβηξαν τὰ ψαροκάικα στὴ στεριά, ἄφησαν τὰ
πάντα καὶ τὸν ἀκολούθησαν.
Δεν υπάρχουν σχόλια :