Σας καλωσορίζουμε στο επίσημο ιστολόγιο του Ι. Ν. Παναγίας Αλεξιωτίσσης - Σας Ευχαριστούμε πολύ για την επίσκεψη σας.

Συμπληρώστε το e-mail σας, για να λαμβάνετε ηλεκτρονικά τις αναρτήσεις μας

Θα σας σταλεί ένα email για ενεργοποίηση.

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΙΣΑΠΟΣΤΟΛΟΥ ΟΛΓΑΣ



     ΕΣΠΕΡΙΝΟΣ


Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἁγίας. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Ἐλθοῦσα εἰς Βυζάντιον, ἡ τῆς Ῥωσσίας βασίλισσα, Ὄλγα ἰσαπόστολε, Χριστὸς ὁ Φιλάνθρωπος, ἁγνὴ σὲ ἀγρεύει, πίστεως δικτύοις, καὶ τῷ Βαπτίσματι Αὐτοῦ, τῆς ἀθεΐας τὴν πλάνην ἐδίωξας, διὸ Χριστὸν γνωρίσασα, εὐφραινόμενοι ἐκραύγαζες· Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.


 Ἔδωκας ὑπόδειγμα, ἐπιστροφῆς ὑπηκόων Σου, τῆς Ῥωσσίας Ἀπόστολε, καὶ στύλους τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ Ὀρθοδοξίαν, κηρύττεις πίστιν ἀληθῆ, καὶ τῷ λαῷ Σου ἐφωταγώγησας, διὸ σοὶ τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο, Ἰησοῦς ὁ Φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Ὅτε καθυπέταξας, τὴν ἀλουργίδα ἀείμνηστε, Χριστῷ τῷ Κυρίῳ Σου, Θεὸν Ὃν ἐγνώρισας, ἁπάσῃ Ῥωσσίᾳ, τοῦτον κηρύττεις, Παμβασιλέα καὶ Θεόν, καὶ Ἰσαπόστολος ἐχρημάτισας, διὸ ὡς Παντοδύναμος, σὴν βασιλείαν κατηύθυνεν, Ἰησοῦς ὁ Φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν,


Ἔδειξας Φιλάνθρωπε, τὴν εὐδοκίαν Σου πάντοτε, ὡς γὰρ πάλαι ἀνήγειρας, τρανῶς Ἰσαπόστολον, τὸν Ἑλένης γόνον, οὕτω νῦν τοῖς Ῥώσσοις, ἀναδεικνύεις θαυμαστῶς, τὴν μακαρίαν Ὄλγαν μακρόθυμε, δι’ ἧς εἰς τὴν ἐπίγνωσιν, τῆς ἀληθείας ἐπέστρεψαν, καὶ λατρεύουσιν ἔκτοτε, τὴν Τριάδα τὴν ἄκτιστον.

 Σκεῦος ἱερώτατον, καὶ καθαρὸν ἐξελέξατο, ὁ Δεσπότης τῆς κτίσεως, σὲ τὴν ὑπερθαύμαστον, ὅπως σαγηνεύσῃ, καὶ καθοδηγήσῃ, εἰς τὴν θρησκείαν τοῦ φωτός, τὴν Ῥώσσων χώραν τὴν πανευδαίμονα, διό σε μακαρίζομεν, περιχαρῶς ἀνακράζοντες· ὑπὲρ πάντων ἱκέτευε, τῶν τιμώντων σε πάνσεμνε.

 Πόθῳ καὶ ἀγάπῃ τε, τῇ τοῦ Χριστοῦ παναοίδιμε,, ἑλκυσθεῖσα πανεύφημε, ἐγκαίρως ἐννόησας, ἅπασαν τὴν πλάνην, τῶν εἰδώλων Ὄλγα, διὸ ἀπῆλθες ἐν σπουδῇ, εἰς Νέαν Ῥώμην ἀειμακάριστε, ἐκεῖ δὲ τοῦ Βαπτίσματος, ἀξιωθεῖσα ἐπέστρεψας, εἰς Ῥωσσίαν κηρύττουσα, τὸν Χριστὸν ὡς Σωτῆρά σου.

Δόξα. Ἦχος δ΄.

Τὴν πανοπλίαν τοῦ φωτὸς δεχθεῖσα, τὸν τοῦ σκότους ἄρχοντα, κατετροπώσω θεόφρον, Χριστῷ πεθαρχήσασα, ὅθεν σοι τῶν Οὐρανῶν Βασιλεία ηὐτρέπισται, μετ’ Ἀγγέλων ἀγάλλεσαι, ἡ δὲ Χριστοῦ Ἐκκλησία, ἐπινικείους ᾠδάς σοι ᾄδει, καὶ τὴν ἁγίαν μνήμην σου, μεγαλοφώνως μέλπει, ἀλλὰ Ὄλγα Ἰσαπόστολε, μὴ παύσῃ Χριστὸν δυσωποῦσα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 Και νυν. Θεοτοκίον

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Βασιλειῶν Α΄ τὸ Ἀνάγνωσμα. (Κεφ. ΙΣΤ΄ 1-14)

Εἶπεν ὁ Κύριος πρὸς Σαμουήλ· Ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ; Καὶ ἐγὼ ἐξουδένωκα αὐτόν, μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ. Πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα. Καὶ ἦλθε Σαμουὴλ εἰς Βηθλεέμ. Καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν. Καὶ ἐγεννήθη ἐν τῷ εἰσιέναι αὐτούς, καὶ εἶδε τὸν Ἐλιάβ, καὶ εἶπεν· Ἀλλὰ καὶ ἐνώπιον Κυρίου, χριστὸς Αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· Μὴ ἐπιβλέψης ἐπὶ τὸ πρόσωπον αὐτοῦ, μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν. Ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός. Ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, Θεὸς δὲ ὄψεται εἰς καρδίαν. Καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ. Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· Οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις. Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· Ἐκλελοίπασι τὰ παιδάρια; Καὶ εἶπεν· Ἔτι ὁ μικρός, ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. Καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· Ἀπόστειλον καὶ λάβε αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτὸν ἐνταῦθα. Καὶ ἀπέστειλε καὶ εἰσήγαγε αὐτόν. Καὶ οὗτος πυῤῥάκης μετὰ κάλλους ὀφθαλμῶν, καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. Καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· Ἀνάστα χρῖσον τὸν Δαβίδ, ὅτι οὗτός ἐστιν ἀγαθός. Καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου, καὶ ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. Καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαβίδ, ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω.

 Παροιμιῶν τὸ Ἀνάγνωσμα (ΙΔ΄)

Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον· ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως· χείλη δὲ σφῶν φυλάξει αὐτούς. Οἰκίαι ἀσεβῶν ἀφανισθήσονται· σκηναὶ δὲ κατορθούντων στήσονται. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας· ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Φίλοι μισήσουσι φίλους πτωχούς· φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητα, ἁμαρτάνει· ἐλεῶν δὲ πτωχούς, μακάριος ἔσται. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου. Πραΰθυμος ἀνὴρ καρδίας ἰατρός· σὴς δὲ ὀστέων καρδία αἰσθητική. Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν· ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Δικαιοσύνη ὑψοῖ ἔθνος· ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαις. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ αὐτοῦ εὐστροφία ἀφαιρεῖται ἀτιμίαν.


Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)

Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ
τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς,  κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο,  καὶ  εὐφράνθη  ἐν ἡμέραις ἐσχάταις.

 Λιτή. Ἦχος α΄.

Προσαγαγοῦσα ὥσπερ προῖκα πολύτιμον, τῷ Νυμφίῳ σου Χριστῷ, χώραν τὴν ἀτέρμονα, μόνη εὐλογημένη ἐν γυναιξὶ τῶν Ῥώσσων ὤφθης. Καταλιποῦσα γὰρ τὸ σκότος καὶ τὸ φῶς ἀγαπήσασα, τό τε ἔθνος σου ἔσωσας, καὶ θρίαμβον τῆς ἀληθοῦς θρησκείας μέγαν παρεσκεύασας. Διὸ σαῖς λιταῖς Ὄλγα ἀοίδιμε, σῶζε ἡμᾶς ἐκ λοιμοῦ καὶ λιμοῦ, καὶ τοῦ ἐπαράτου αἰφνιδίου θανάτου.

Ὁ αὐτός.

Σήμερον, ὡς ἀληθῶς τὸ προφητικὸν πεπλήρωται λόγιον, ἰδοὺ γὰρ ὁ τῶν ἁπάντων Ἄναξ, ἐκ τοῦ ἐκλεκτοῦ λαοῦ Αὐτοῦ, ὕψωσεν ἐμφανῶς, ὡς σελήνην σωτηρίας, τὴν μακαρίαν ἄνασσαν Ὄλγαν, ἧς ταῖς πρεσβείαις, πάντας ἡμᾶς, ἐξ ὀργῆς δικαίους Σου Δέσποτα, διαφύλαττε τοὺς ὑμνοῦντας αὐτῆς τὴν ἔνδοξον κοίμησιν.

Ἦχος δ΄.

Πρῶτος μὲν μέδων εὐσεβής, ὁ μακάριος ἐν βασιλεῦσιν ὤφθη Κωνσταντῖνος. Πρώτη δὲ σύ, ἐκ τῆς τῶν εὐσεβῶν Ῥώσσων χώρας, ἐν τῇ τῶν Ἁγίων χορείᾳ χοροστατεῖς, μὴ οὖν ἐλλείπῃς τὸ Νυμφίον σου Χριστόν, μῆτερ Ὄλγα, δυσωποῦσα ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ὁ αὐτός.

Ἡ λαμπρὰ καὶ θεία ὄντως πολιτεία σου, οὐ μόνον βροτούς, ἀλλὰ καὶ Ἀσωμάτους Ὄλγα κατέπληξεν. Οἱ μὲν γὰρ καθορῶντες τὸν Δεσπότην, τὴν καθαράν σου ψυχήν, ταῖς τάξεσιν αὐτῶν συναριθμοῦντα, θαυμασίως ἠγάλλοντο. Οἱ δὲ πιστοί, τῶν ὑπὲρ τῆς ἀληθείας ἀτρύτων κόπων σου σήμερον μνημονεύοντες, σὲ ἱκετεύομεν ἔνδοξε, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος πλ. α΄.

Κροτήσωμεν φιλέορτοι τὰς χεῖρας, τιμήσωμεν συμφώνως καὶ ὑμνήσωμεν ἐν ᾄσμασι, τὴν ἐτήσιον πανήγυριν τῆς πανυπερσεβάστου μητρός. Βασιλεῖς καὶ ἄρχοντες θαυμαζέτωσαν, καὶ τὴν βασιλίδα εὐφημείσθωσαν ἐν ὕμνοις, Βασιλέα κηρύξασαν τοῖς ἐν σκότει, καθημένοις πρίν, τὸν Χριστὸν τὸν δι’ ἡμᾶς ἐνανθρωπήσαντα. Ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος χαριτώνυμον νύμφην, ἐν τυμπάνοις ἀλαλάξωμεν. Τῶν θαυμάτων τὴν πηγήν, τῆς εὐσεβείας τὸν στῦλον, τὴν προστασία τῶν αἰχμαλώτων, τὴν θεραπείαν τῶν ἀσθενῶν, τὸν τῆς Ῥωσσίας πυρίμορφον ἥλιον, τῆς Ἐκκλησίας τὸ σεμνὸν κόσμημα, τὴν παραμυθία τῶν ἁμαρτανόντων, τὴν ὑπὲρ πάντων τῶν Ὀρθοδόξων πρεσβεύουσα, ἀοίδιμον Ὄλγαν ἐγκωμιάζοντες, οὕτω βοήσωμεν· Αὐγούστα πανένδοξε, σαῖς λιταῖς διαφύλαττε ἡμᾶς, ἐκ κινδύνων καὶ θλίψεων, τοὺς πόθῳ σε μῆτερ πανηγυρίζοντας.

Ἦχος πλ. β΄.

Ὁ τῶν βασιλευόντων Βασιλεύς, καὶ ἀνάκτων Παντάναξ, καθάπερ πάλαι ἐζώγρησε Ἑλένης τὸν γόνον, τὸ φῶς διὰ τούτου δωρησάμενος τῷ κόσμῳ, οὕτω καὶ νῦν τὴν ἀοίδιμον ἄνασσαν, ἐν τοῖς Ῥώσσοις ἐγείρει. Ταύτης οὖν καὶ ἡμεῖς σήμερον τὴν μνήμην ἑορτάζοντες, καὶ τὰς πολυτίμους αὐτῆς ἱκεσίας ἐκζητοῦντες, ἐν πίστει βοήσωμεν πρὸς αὐτὴν ὦ φιλέορτοι· πρέσβευε τῷ Κυρίῳ, πανεύφημε Ὄλγα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
    
     Ἦχος πλ. δ΄.

Ἑορτὴ πανσεβάσμιος, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐπέλαμψεν σήμερον, ἡ μνήμη τῆς Ἰσαποστόλου καὶ μητρὸς ἡμῶν Ὄλγας. Διὸ μυστικῶς εὐφραινόμενοι, ἐν ἀγαλλιάσει βοήσωμεν· Δόξα Σοι Χριστέ, τῷ τὸ φῶς ἡμῖν δείξαντι. Πάντας γὰρ θέλεις σωθῆναι, καὶ εἰς τελείαν ἐπίγνωσιν, ἀληθείας ἐλθεῖν. Τοῦτο γὰρ τρανῶς, καὶ ἐν Ῥώσσοις κατέδειξας, ἐγείρας ἐν αὐτοῖς τὴν ἀοίδιμον ἄνασσαν, δι’ ἧς τῆς πλάνης ῥυσθέντες, αἶνον προσάγουσι, τῇ εὐδοκίᾳ Σου Κύριε.

Δόξα. Ὁ αὐτός.

Ὅτε πανεύφημε ἄνασσα, τὸν ἀγγελικὸν ἐν εἰρήνῃ παρέδιδες πνεῦμά σου, τότε ἐν Ῥωσσίᾳ κατέλιπες ἀντάξιον ἔκγονον. Τὸν μὲν γὰρ παρελάμβανεν ὁ τῶν ἀνάκτων Παντάναξ, ὁ δὲ παρεσκευάζετο πρὸς συμπλήρωσιν τοῦ ἔργου σου· ἐκεῖνο κατετάσσετο ἐν τῇ χορείᾳ τῶν δικαίων, οὗτος ἐκκλησίας τοῦ Σωτῆρος ᾠκοδόμει. Ἐκεῖνο ἀπελάμβανε τὸν στέφανον τῆς δόξης, καὶ οὗτος τὴν σημαίαν τοῦ Εὐαγγελίου ἀνεπετάννυε. Μεγάλη Ὄλγα ἡ δόξα σου! Θαυμαστὴ ἡ τοῦ ἐγγόνου σου, μεθ’ οὗ ἱκετεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὃν οὐρανὸς οὐκ ἐχώρησε, Παρθένε Θεοτόκε, ἐν γαστρί σου ἀστενοχωρήτως ἐχωρήθη, καὶ ἔμεινας ἁγνή, ἀῤῥήτῳ λόγῳ, μηδὲν τῆς παρθενίας λυμανθείσης. Σὺ γὰρ μόνη γέγονας ἐν γυναιξί, καὶ Μήτηρ καὶ Παρθένος, καὶ σὺ μόνη Πάναγνε, ἐγαλούχησας Υἱὸν ζωοδότην, καὶ ἀγκάλαις σου ἐβάστασας, τὸ ἀνύστακτον ὄμμα, ἀλλ' οὐ διέλιπε τοῦ κόλπου του Πατρικοῦ, ὡς προϋπῆρχε πρὸ τῶν αἰώνων, ἀλλ' ἄνω ὅλως, Θεὸς μετὰ Ἀγγέλων, καὶ κάτω ὅλως, ἐκ σοῦ μετὰ ἀνθρώπων, καὶ πανταχοῦ ἀνερμηνεύτως. Αὐτὸν ἱκέτευε, Δέσποινα Παναγία, τοῦ σωθῆναι τοὺς ὀρθοδόξως, ὁμολογοῦντάς σε Θεοτόκον ἁγνήν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ἀνασσῶν ἡ καλλονή, καὶ τῆς Ῥωσσίας εὐωδέστατον βλάστημα, ὑπόδειγμα σωτηρίας, δι’ ἧς πᾶς ὁ λαός, πλάνης τοῦ βελίαρ ἠλευθέρωται, σὺ γὰρ ἐφάνης, ἀκηλίδωτον ἔσοπτρον, εἰσδεχομένη, ἀστραπὰς ἀκτινοβόλους τε, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανένδοξε, εὗρες θεομακάριστε, οὐράνιον ἄνοδον, τὴν ὁδηγοῦσαν τῷ θρόνῳ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Αὐτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.



Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μου καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Χαίροις, τῶν ἀνασσῶν ἀρχηγός, γεγενημένη καὶ ἀήττητος πρόμαχος, σὺ ὤφθης τῷ ἐν σῷ ἔθνει, πρὸς οὐρανὸν ἀπὸ γῆς, τῶν Θεοῦ ἐρώντων ὁδηγήτρια, Σταυροῦ βακτηρία, κατ’ ἐχθρῶν ἐθριάμβευσας, τὸν νοητὸν δέ, Ἀμαλὴκ κατεπάτησας, πειθαρχήσασα, ταῖς Χριστοῦ διατάξεσι, ὅθεν καταλιποῦσα, εἰδώλων σεβάσματα, τερπνότητα κόσμου, τῆς Βασιλείας ἠξίωσαι Χριστοῦ, Ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Ὤφθης, τοῦ Βασιλέως Χριστοῦ, Ἀπόστολος ὡς σεμνὴ καὶ ἀκήρατος, ἁγνεία πεποικιλμένη, καὶ ἀρετῶν καλλοναῖς, ὡραϊζομένη θείῳ Πνεύματι, ἀμνὰς ἡ ἀμίαντος, τοῦ καλοῦ Ἀρχιποίμενος, ταῖς ἀρεταῖς δέ, τὴν ψυχὴν κατελάμπρυνας, καὶ χαμαίζηλον, κατεπάτησας φρόνημα, ὅθεν παρισταμένη σε, Χριστῷ τῷ Δεσπότῃ σου, ὑπὲρ ἡμῶν ἐκδυσώπει, τῶν ἐκτελούντων τὴν μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

 Δόξα. Ἦχος δ΄.

Κῆρυξ τοῦ Σωτῆρος, καὶ ἰσαπόστολε Ὄλγα θεόφρον πανένδοξε, Ῥωσσίας βλάστημα, ἡ τῆς πλάνης τὴν ἰσχὺν ἐξαφανίσασα, πρέσβευε ἐκτενῶς, ῥυσθῆναι ἡμᾶς ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 Καὶ νῦν. Θεοτοκίον

Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 Νῦν ἀπολύεις. Τρισάγιον.

 Ἀπολυτίκιον. Ἦχος γ'. Θείας πίστεως.

Θείας πίστεως, ἀρχὴ ἁγία, ἀναδέδειξαι, ἐν τῇ Ῥωσίᾳ, προσελθοῦσα τοῦ Σωτῆρος τῇ χάριτι, καὶ ἐν αὐτῇ τὸν λαόν σου προσήγαγες, ὡς ἀληθὴς βασιλὶς καὶ θεόληπτος, Ὄλγα ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... Καὶ νῦν... Θεοτοκίον

Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ


 Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Σοφίας ἔρωτι, τὸν νοῦν πτερώσασα, εἰδώλων ἔλιπες, ψευδῆ σεβάσματα, καὶ ἐνδιαίτημα τερπνὸν ἐγένου φιλοσοφίας, σὺ γὰρ διὰ πίστεως, καὶ ἠθῶν τελειότητος, Ἀπόστολος λαοῦ σου, Ὄλγα ἐχρημάτισας, διὸ πρέσβευε ὑπὲρ τῶν βοώντων· Χαίροις ἀνασσῶν τὸ κλέος.

Δόξα.

Τὴν ὑπερένδοξον, ἄνασσαν ἅπαντες, Ὄλγαν ἐν ᾄσμασιν, ἀνευφημήσωμεν, καὶ μετὰ δέους πρὸς αὐτήν, προστρέξωμεν ἐκβοῶντες· χαῖρε ἠ ὑπέρμαχος, τῶν πιστῶν καὶ τὸ στήριγμα, χαῖρε Ὀρθοδόξων τε, κλέος ὄντως καὶ σέμνωμα, χαῖρε χαριτώνυμε μῆτερ, χαῖρε χαρμονὴ τῆς Ῥωσσίας.

Καὶ νῦν. Θεοτοκίον.

Τὸν ὑπερούσιον, Λόγον ἐν μήτρᾳ Σου, ἁγνὴ ἐχώρησας, δι’ ἀγαθότητα, σάρκα λαβόντα ἐκ τῶν Σῶν, αἱμάτων ἀνερμηνεύτως, ὅθεν ὡς αἰτίαν Σε, τῆς ἡμῶν ἀναπλάσεως, καὶ κρηπίδα ἔχοντες, σωτηρίαν ἀσάλευτον, ὑμνοῦμέν Σε θερμῶς καὶ βοῶμεν· Χαῖρε ἡ Κεχαριτωμένη.



Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ὡς Ἀπόστολον Χριστοῦ, καὶ ἀνασσῶν τὸ κλέος, τιμῶμέν σε πιστῶς, παναοίδιμε Ὄλγα, τὸν ἐχθρὸν σὺ ἐνίκησας, καὶ τὴν πλάνην κατήσχυνας, ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην, ἑορτάζοντες, ὑπὲρ ἡμῶν σὲ πρεσβεύειν, αἰτοῦμεν πρὸς Κύριον.

Δόξα.

Ἐπέστη τὸ σεπτόν, τῆς μητρὸς ἡμῶν Ὄλγας, μνημόσυνον πιστοί, ἀπαστράπτον ὡς ἄλλος, τοῖς πέρασιν ἥλιος, φωτεινὸς καὶ λαμπρότατος, ὅθεν σήμερον, δόξαν προσοίσωμεν πάντες, τῷ δοξάζοντι, ἐπὶ τῆς γῆς τοὺς Ἁγίους, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, Ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, μετὰ τῆς Ἀποστόλου, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ Σὲ δοξάζουσι.

Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τὴν φαιδρὰν πανήγυριν, τῆς Ἀποστόλου, οἱ πιστοὶ τελέσωμεν, καθικετεύοντες αὐτήν, ὅπως μὴ παύσῃ πρεσβεύουσα, ἵνα τύχωμεν ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Προστασία ἄμαχε, τῇ Σῇ Παρθένε, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ Σέ, μὴ διαλίπῃς πρεσβεύουσα, πρὸς τὸν Υἱόν Σου, σωθῆναι τοὺς δούλους Σου.

 Οἱ Ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου, εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν.

Στ.: Διὰ τοῦ ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

Εὐαγγέλιον, Λουκᾶ. Κεφ. ΙΑ΄ 29-33. Ζήτει τῇ Δευτέρᾳ τῆς Ζ΄ ἑβδομάδος Λουκᾶ.

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῆς Θεοστέπτου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Βασιλικὴ πανήγυρις, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ ἐπέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη, Ὄλγας τῆς βασιλίδος. Δεῦτε οὖν χαριστήριον ᾠδὴν ταύτην προσείσωμεν, καὶ εὐλαβῶς πρὸς αὐτὴν βοήσωμεν, λέγοντες· Μὴ ἐλλίπῃς πρεσβεύειν θεόστεπτε ἄνασσα, ὅπως εὕρωμεν ἱλασμὸν τῶν ἡμετέρων ἀνομημάτων, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῆς Ἁγίας.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Παθῶν μου τὴν ζόφωσιν, λῦσον ταῖς σαῖς παρακλήσεσι, καὶ φῶς μοι πρυτάνευσον, τῇ διανοίᾳ σοφῇ, ἵνα μέλψω σου, τὴν μνήμην τὴν ἁγίαν, Ὄλγα ἀοίδιμε, καὶ Ἰσαπόστολε.

Ὁδὸν τὴν ψυχόλεθρον, τῆς ἀσεβείας κατέκλυσας, δογμάτων τοῖς ῥεύμασι, ὦ Ἰσαπόστολε, καὶ ἀνέδραμες, πρὸς γῆν τῆς ἀφθαρσίας,  ᾠδὴν ἐπινίκιον, τῷ Κτίστῃ ᾄδουσα.

Ὑμνούντων τὴν μνήμην σου, τὴν φωτοφόρον καὶ πάνδημον, παθῶν ἡμᾶς κάθαρον, ταῖς ἱκεσίαις σου, καὶ ἀξίωσον, Ἁγία Ὄλγα βαδίζειν, ὁδὸν τὴν εἰσάγουσαν, εἰς μακαριότητα.

Θεοτοκίον.

Τὸ θεῖον παλάτιον, τοῦ Βασιλέως τιμήσωμεν, ἐν ᾧ κατεσκήνωσε, καθὼς ἠθέλησε, τὴν ἀπείρανδρον, καὶ μόνην Θεοτόκον, δι’ ἧς ἐθεώθημεν, ὑμνολογήσωμεν.



ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Στόματι καὶ γλώσσῃ καὶ καρδίᾳ, σοφίαν καὶ δύναμιν Θεοῦ, καὶ λόγον ἐνυπόστατον, σὺ τὸν Χριστὸν ἐκήρυξας, καὶ σὸν λαὸν ἐφώτισας, Ἁγία Ὄλγα Ἰσαπόστολε.

Νικήσασα σθένει τοῦ Δεσπότου, νηπίων τοξεύματα σοφή, τὰ κατὰ σοῦ ἀπέδειξας, τοῦ πονηροῦ τεχνάσματα, οὗ καὶ ἡμᾶς ἀξίωσον, ἀποφυγεῖν μηχανήματα.

Τὴν ἔνδοξον Ὄλγαν Θεοῦ Λόγε, φωστῆρα ἀνέδειξας ζωῆς, τὸν ζόφον ἀπελαύνουσα, τῆς ἀθεΐας Δέσποτα, καὶ καθαιρέτιδα ἔδειξας, εἰδώλων πλάνης Φιλάνθρωπε.

Θεοτοκίον.

Ἀνάρχου Γεννήτορος ὁ Λόγος, ὁ πάσης ἀνωτέρας ἀρχῆς, ἀρχὴν νῦν σωματούμενος, ἐκ Σοῦ ἁγνὴ ἐδέξατο, καὶ ὑπὸ χρόνον γέγονεν, ὁ χρόνων πάντων ὑπέρτερος.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς πύργον ἀπόρθητον τῆς Ἐκκλησίας Χριστοῦ, καὶ στῦλον ἀκλόνητον τῆς εὐσεβείας τρανῶς, τιμῶμέν σε πάνσεμνε, λύσασα γὰρ τὴν πλάνην, τῶν εἰδώλων Αὐγούστα, δεύτερος Κωνσταντῖνος, ἐν Ῥωσσίᾳ ἐδείχθης, Χριστὸν ἐν παῤῥησίᾳ πολλῇ, Ὄλγα κηρύξασα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παρθένε πανάμωμε μὴ διαλείπῃς ἁγνή, πρεσβεύειν ἑκάστοτε ὑπὲρ ἡμῶν τῶν πιστῶς, ἀεὶ εὐφημούντων Σε, ἄλλην γὰρ προστασίαν, οὐ κεκτήμεθα Μῆτερ, πάναγνε τοῦ Σωτῆρος, ἐκτὸς Σοῦ Παναγία, ἡ τῶν ἀπηλπισμένων ἐλπίς, καὶ καταφύγιον.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ἐπιγείου βασιλείας καὶ σαρκὸς κατεπάτησας, τοῦ Χριστοῦ Βασιλείαν, ἔσχες ἐνοικοῦσαν σοὶ πάνσεμνε, πρὸς ἣν ἐκ γῆς μεταστᾶσα κατεσκήνωσας, Βασιλείαν, τῆς ἐν οὐρανῷ ἀπολαύουσα.

Ἀληθῆ σου διδασκαλία, τῶν εἰδώλων τὸ φρύαγμα, καὶ ἡ λατρεία, ἐν τῷ λαῷ σου κατήργηται, Ἰσαπόστολε Ὄλγα παναοίδιμε, διὸ εὐφημοῦμέν σε, χαρμονικοῖς μελῳδήμασιν.

Βυζαντίου σε σαγήνη, τῆς προνοίας τῆς χάριτος, σαγηνεύει Ὄλγα, καὶ τὴν ἀγνωσίαν ἐδίωξας, τὰ τῶν εἰδώλων τεμένη κατηδάφισας, καὶ ναοὺς Θεοῦ, τοὺς γηγενεῖς ἀπετέλεσας.

Θεοτοκίον.

Ῥυομένη Σου τὴν ποίμνην, Θεοτόκε ἐπίφανον, καταδυναστείας, πάσης καὶ δεινῆς ἐπιθέσεως, τῶν μηδαμῶς κηρυττόντων τὴν ἀλήθειαν, καὶ τὸν κλῆρόν Σου, δίδου νικῶν τὸν Ὀρθόδοξον.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ὀδύνης με λύτρωσαι, ἁμαρτιῶν καὶ θλίψεων, παῦσον τῆς καρδίας μου τὸν πόνον, καὶ τῶν πταισμάτων, τὴν λύσιν βράβευσον, τὸν ἀγαθοδότην καὶ Θεόν, ἔχων ὑπακούοντα, τῶν σεπτῶν σου δεήσεων.

Πλουσίας ἐκκέχυται, ὑπὸ τοῦ Ἁγίου Πνεύματος, χάρις σοῦ τοῖς χείλεσι παμμάκαρ, Ἀπόστολόν σε ἀναδείξασα καὶ προασπιστήν, λαόν σου κατεφώτισας, καὶ Βυζάντιον ηὔφρανε.

Τὴν χάριν τοῦ Πνεύματος, δεξαμένη πανένδοξε, θεῖον ἐνδιαίτημα ἐδείχθης, τοὺς δεδεμένους κακοπιστίας δεσμῷ, ἔλυσας, ὅθεν καὶ ἡμῶν, μέμνησο πρὸς Κύριον, τῶν πιστῶς ἀνυμνούντων σε.

Θεοτοκίον.

Στενούμενος θλίψεσι, καὶ πάθεσι χωννύμενος, Σὲ τῶν οὐρανῶν τὴν πλατυτέραν, καθικετεύω Μήτηρ τοῦ ζῶντος Θεοῦ, ἀδούλωτον ποίησον κἀμέ, καὶ κινδύνων τε, ταῖς πρεσβείαις Σου λύτρωσαι.

 ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὡς τὸν Ἀποστόλων ὁμόζηλος, Ἰσαπόστολε Ὄλγα ἐκήρυξας, Χριστοῦ τὸ ὄνομα, θεόφρον ἀξιοθαύμαστε, διὸ στεφάνῳ δόξης, σὲ Χριστὸς ἐστεφάνωσε.

Λαμπὰς ἐδείχθης πολύφωτος, ἀνδρείως κηρύττουσα πάνσεμνε, Χριστοῦ τὸ ὄνομα, Ὄλγα Ἰσαπόστολε, ἀποδιώκουσα νύκτα, πλάνης πολύθεον.

Ἀγαλλιᾶται τῇ δόξῃ σου, χορὸς τῶν Ἀποστόλων πανύμνητε, ἡ δὲ τοῦ Βύζαντος, τῷ Χριστῷ ὁδηγήσασα, σὲ γεραίρει, ὕμνοις καὶ ᾄσμασιν.

Θεοτοκίον.

Ναὸς τῆς δόξης γεγένησαι, καὶ πύλη τοῦ φωτὸς ἐχρημάτισας, ὄρος πολύφωτον, οὗ ταῖς ἀκτῖσι πανύμνητε, νοός μου τὴν ὀμίχλην, λῦσον καὶ σῶσόν με

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ὤφθης μέγας ἥλιος, ἐν τῇ σῇ χώρᾳ, διδαγμάτων λάμψεσι, καὶ ἔργων φωτεινῶν, φωταγωγοῦσα τοὺς τιμῶντάς σε, Ὄλγα Κυρίου Ἀπόστολε.

Ὁ Οἶκος.

Ἄγγελοι ἀοράτως, σὺν ὑμῖν ἐξυμνοῦσι, μετὰ δέους τὰ σὰ μεγαλεῖα, τὰ γὰρ εἴδωλα Μῆτερ τρανῶς, ὡς χειρῶν ἀνθρώπων ἔργα συνέτριψας, καὶ Ῥώσους κατεφώτισας, τοὺς πόθῳ σοι βοῶντας οὕτω·

Χαῖρε, ἀστέρος λαμπροῦ προμήτωρ·

χαῖρε, φιλόστοργος Ῥώσσων μήτηρ.

Χαῖρε, Βλαδιμήρου τῷ ὄντι ἡ πρόδρομος·

χαῖρε, τοῦ Χριστοῦ Ἰσαπόστολος ἔνδοξος.

Χαῖρε, τίμιον ἀγλάϊσμα, ἱερέων εὐλαβῶν·

χαῖρε, καύχημα πανάριστον, βασιλέων εὐσεβῶν.

Χαῖρε, τῆς εὐσεβείας ἀδιάσειστος πύργος·

χαῖρε, πάσης Ῥωσσίας Ὀρθοδόξων ὁ στῦλος.

Χαῖρε, λαοὺς τὴν πλάνην διώξασα·

χαῖρε, λαμπρῶς τὴν πλάνην διώξασα.

Χαῖρε, δι’ ἧς τὸ σὸν ἔθνος ἐσώθη·

χαῖρε, δι’ ἧς ἐλυτρώθη τοῦ σκότους.

Χαῖρε, Ὄλγα Θεόστεπτε.


Συναξάριον.

Τῇ ΙΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ἰσαποστόλου βασιλίσσης Ὄλγας.

Ἐγγὺς ὄντως Ὄλγα Κυρίου,

Ταῖς ἀρεταῖς ἔστηκεν ἐστιλβωμένη.

Οὐρανοῦ εἰς ξενίην Ὄλγα, δεκάτῃ ἦλθε πρώτῃ.

Ἄνθραξ νοητὸς ἡ Ὄλγα ἐν ΡωσίᾳὬφθη, τῆς ὕστερον φλογὸς ζωηφόρου.
Ὄλγα, ἡ Ἁγία αὕτη βασίλισσα τῆς Ρωσίας, ἡ διὰ τοῦ Ἁγίου Βαπτίσματος μετονομασθεῖσα Ἐλένη, κατὰ τὸ ἔτος 957 ἀπὸ Χριστοῦ, ὑπῆρξεν, ὥς λέγει ὁ Νέστωρ ἡ Ἡὼς καὶ τὸ Ἄστρον τῆς σωτηρίας τῆς Ρωσίας διὰ τὸν ἀκάματον ζῆλον αὐτῆς πρὸς ἐξάπλωσιν τοῦ Χριστιανισμοῦ, ὡς καὶ διὰ τὴν ὑψηλὴν ἐν γένει θρησκευτικὴν καὶ πολιτιστικὴν σταδιοδρομίαν αὐτῆς, ὁμοιάζουσαν πρὸς τὸν βίον τοῦ Μεγάλου Κωνσταντίνου. Δύσκολον εἶναι νὰ περιγράψη τις λεπτομερῶς τὰς ἀόκνους προσπαθείας καὶ τὴν ἐνδελεχῆ διδασκαλίαν αὐτῆς πρὸς διαφωτισμὸν τοῦ Ρωσικοῦ λαοῦ, καὶ τοῦ ἀπίστοῦ υἱοῦ της Σβιατοσλαύου. Οὐχὶ δὲ μόνον μὲ τὴν διδασκαλίαν, ἀλλὰ πολὺ περισσότερον μὲ τὰ καλὰ ἔργα ὡς παράδειγμα, καὶ μὲ τὰς θερμὰς ὁλονυκτίους δεήσεις, καὶ τὰ διάπυρα δάκρυα, παρεκάλει τὸν Θεὸν, ὅπως φωτίση καὶ καθοδηγήση καὶ τὸν ἐθνικὸν υἱὸν αὐτῆς, καὶ τὸν Ρωσικὸν λαὸν εἰς ἐπίγνωσιν τοῦ ἀληθινοῦ Θεοῦ, Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπήρχετο δὲ καὶ εἰς πολλὰς πόλεις τῆς Ρωσίας, καὶ συνέτριβε πανταχοῦ τὰ εἴδωλα, καὶ τὸν λαὸν προσῆγεν εἰς τὴν τοῦ Χριστοῦ λατρείαν, στήνουσα Σταυροὺς, ἐξ ὧν πολλὰ σημεῖα καὶ θαύματα ἐγένοντο πρὸς βεβαίωσιν τῶν πιστῶν.

Ἡ Ἁγία αὕτη, ἐλθοῦσα ποτὲ εἰς τὸ Βυζάντιον μετὰ τῆς ἀκολουθίας αὐτῆς, ἔτυχεν ἐκεῖ θερμῆς ὑποδοχῆς διὰ τοὺς ὑπὲρ τοῦ χριστιανισμοῦ ἀγῶνας αὐτῆς. Ἐπιστρέψασα εἶτα εἰς Ρωσίαν, καὶ εἰς πλείστους ἔτι ἀγῶνας ἐπιδοθεῖσα, καὶ ψυχὰς ἀναριθμήτους τῷ Θεῷ παραδώσασα, παρέδωκεν τέλος καὶ τὴν ἁγίαν αὐτῆς ψυχὴν εἰς χεῖρας Θεοῦ, τὴν ἑνδεκάτην (11ην) τοῦμηνὸς Ἰουλίου

  

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τοῦ θαύματος τῆς Ἁγίας Μάρτυρος Εὐφημίας, ὅτε τὸν τόμον τοῦ τῆς πίστεως ὅρον, τῶν 630 Πατέρων τῆς Δ’ Οἰκουμενικῆς Συνόδου, ἐκράτυνεν.

Δίκαζε Μάρτυς τοῖς ὅροις, καὶ κειμένη,

Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ.

Ἡ Ἁγία αὕτη καὶ πανένδοξος Μεγαλομάρτυς Εὐφημία διέλαμψε κατὰ τοὺς καιροὺς Διοκλητιανοῦ καὶ Πρίσκου, ἀνθυπάτου τῆς Εὐρώπης, γέννημα καὶ παίδευμα τῆς πόλεως Χαλκηδόνος, ἐξ εὐγενῶν καὶ θεοσεβῶν γονέων καταγομένη· ἥτις διαβληθεῖσα τῷ ἡγεμόνι ὡς χριστιανή, πυρὶ προσωμίλησε καὶ θηρίοις ἐκδέδοται καὶ ἑτέραις μηχαναῖς κολαστηρίων, ἅπερ γενναίως ὑπομείνασα, ἐκομίσατο τὸν τοῦ μαρτυρίου στέφανον. Τὸ δὲ ἱερὸν αὐτῆς λείψανον παρὰ τῶν εὐσεβῶν ἐν τῇ πόλει ταύτῃ Χαλκηδόνι διεσῴζετο, ὅπου καὶ ναὸς περικαλλὴς ᾠκοδόμητο, εἰς τιμὴν τῆς Ἁγίας. Ἐν τοῖς χρόνοις δὲ τῶν εὐσεβεστάτων βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας συνεκροτήθη ἡ οἰκουμενικὴ ἱερὰ Σύνοδος τῶν ἑξακοσίων τριάκοντα ἁγίων Πατέρων ἐν τῇ πόλει ταύτῃ τῆς Χαλκηδόνος, οἵτινες τοὺς περὶ Εὐτυχέα καὶ Διόσκορον ἀναθεματίσαντες καὶ τοὺς μίαν φύσιν καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ βλασφημοῦντας καθελόντες, ἐπεὶ οὐκ ἐπείθοντο, ἑτέρως τούτους μετέρχονται· δηλαδή, ἐνέγραψαν τὴν ἐκτεθεῖσαν ὀρθόδοξον πίστιν τόμῳ καὶ τοὺς αἱρετικοὺς προέτρεψαν ἐν ἑτέρῳ γράψαι τὸ ἑαυτῶν φρόνημα, καὶ διανοίξαντες τὴν λάρνακα τῆς πανευφήμου Μεγαλομάρτυρος Εὐφημίας, ἔθεντο ἐπὶ τοῦ ταύτης στήθους ἀμφοτέρους τοὺς τόμους ἐσφραγισμένους· καὶ μετὰ ταῦτα, παραγενόμενοι καὶ ἀνοίξαντες, τὸν μὲν τόμον τῶν αἱρετικῶν εὗρον ἐῤῥιμένον ὑπὸ τοὺς πόδας τῆς Ἁγίας, τὸν δὲ τῶν ὀρθοδόξων τόμον κατεχόμενον ὑπὸ τῆς Μεγαλομάρτυρος ταῖς τιμίαις αὐτῆς χερσίν. Ὅπερ ἰδόντες, οἱ αἱρετικοὶ μὲν αἰσχύνης, οἱ δὲ ὀρθόδοξοι χαρᾶς ἐνεπλήσθησαν. Τοῦτο γοῦν τὸ χάριτας βρύον ἱερὸν τῆς Ἁγίας λείψανον ἀκέραιον ἐκ Χαλκηδόνος μετεκομίσθη ἐν Κωνσταντινουπόλει πρὸ τῆς ἁλώσεως αὐτῆς, ὅπου καὶ ὁ τότε ἀοίδιμος ἐν Πατριάρχαις Καστῖνος ἐν αὐτῷ τῷ Βυζαντίῳ εὐκτήριον ἤγειρε ναὸν εἰς τιμὴν τῆς Ἁγίας, ἄρτι κοσμηθείσης μαρτυρίου στεφάνῳ. Γενομένης δὲ τῆς ἁλώσεως, μετατεθέντων πάντων τῶν ἱερῶν λειψάνων ἐν τῷ πανσέπτῳ ναῷ τῶν Ἁγίων Ἀποστόλων, ἐν ᾧ ὑπῆρχε τότε τὸ Πατριαρχεῖον, μετετέθη καὶ τὸ τῆς Ἁγίας ἐκεῖ. Κἀκεῖθεν, μετατεθέντος τοῦ Πατριαρχείου ἐν τῷ ἱερῷ ναῷ τῆς Παναχράντου, μετεκομίσθη σὺν τοῖς λοιποῖς καὶ τὸ τῆς Ἁγίας ἱερὸν λείψανον ἐκεῖ. Μετατεθέντος δὲ ἐκεῖθεν τοῦ Πατριαρχείου ἐν τῷ πανσέπτῳ ναῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, μετηνέχθη καὶ τὸ ἱερὸν τῆς Ἁγίας λείψανον ἐν αὐτῷ, ὅπερ, θείᾳ εὐδοκίᾳ, διασῴζεται μέχρι τῆς σήμερον, τιμώμενον καὶ σεβόμενον οὐ μόνον παρὰ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, ἀλλὰ καὶ παρὰ τῶν ἑτεροδόξων, βρύον ἰάματα τοῖς μετ᾿ εὐλαβείας προσερχομένοις. Καθιερώθη δὲ ἐν τῷ ῥηθέντι πανσέπτῳ ναῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, ἐν τοῖς δεξιοῖς μέρεσι, καὶ παρεκκλήσιον ἐπ᾿ ὀνόματι τῆς Ἁγίας Μεγαλομάρτυρος Εὐφημίας, ἔνθα κατατεθειμένον ἐστὶ καὶ τὸ ἱερὸν αὐτῆς λείψανον, καθ᾿ ὃν καιρόν, ἐπὶ τῆς πρώτης πατριαρχείας τοῦ Παναγιωτάτου Πατριάρχου Κωνσταντινουπόλεως Κυρίου Γρηγορίου, ἐκ βάθρων ἀνῳκοδομήθησαν τὰ Πατριαρχεῖα καὶ αἱ λοιπαὶ ἐν τῇ Πατριαρχικῇ αὐλῇ οἰκοδομαί. Τελεῖται δὲ ἡ μνήμη καὶ πανήγυρις τῆς Ἁγίας κατὰ τὴν ια´ τοῦ Ἰουλίου, καθ᾿ ἣν συναθροίζονται τὰ πλήθη τῶν ὀρθοδόξων, ἀνδρῶν τε καὶ γυναικῶν, τῆς τε Κωνσταντινουπόλεως καὶ τῶν περιχώρων αὐτῆς, καὶ πολλοὶ ἐκ τῶν ἑτεροδόξων· καὶ οἱ μετ᾿ εὐλαβείας προσερχόμενοι καὶ ἀσπαζόμενοι τὸ ἱερὸν αὐτῆς λείψανον, ἀξιοῦνται πολλῶν ἰαμάτων.

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Κινδέου τοῦ Πρεσβυτέρου.

Οὐκ ἄξιόν τι καύσεως ὅλως ἔχων,

Σωθεὶς πυρὸς τέθνηκας οὕτω, Κινδέε.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λέων, ὁ ἐν τῇ Μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται.

Ἐκ γῆς ἀπελθὼν ἐντρυφᾷ τερπνοῖς Λέων,

Ὧν εἶχεν ἐν γῇ τὰς ἀποῤῥοίας πάλαι.


Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς, ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθείς, τελειοῦνται.

Ὑπῆρξε θήκη, Μαρκιανέ, σὸς φάρυγξ

Χωροῦσα τὴν μάχαιραν, ᾗ κατεκρίθης.

Ὁ Μαρτυροκλῆς Μαρτύρων εὗρε κλέος,

Μάρτυς φανεὶς ἄριστος ἐκ τοξευμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς Μονῆς ἀσκήσας καὶ διδάσκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστὸν φιλοσοφίας, ἐν εἰρήνῃ τελειοῦται.

Πῶς ἀγέραστον καταλίπω τοῖς λόγοις

Τὸν Νικόδημον, ᾧ γέρας νῆψις νόου;


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικοδήμου τῆς Μονῆς Φιλοκάλλους τῆς ἐν Θεσσαλονίκης

Νικήσας Νικόδημε, ἐχθρὸν τὸν πλάνον,

Νίκην κατ’ αὐτοῦ ἡμῖν ἀεὶ ἐξαίτει.


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νικόδημος, ὁ ἐν Ἐλβασανίῳ τῆς Ἀλβανίας μαρτυρήσας ἐν ἔτει 1722, ξίφει τελειοῦται.

Ὁ Νικόδημος ῥάβδον ἐν χερσὶ φέρων,

Πλάνην πατάσσει Ἀγαρηνῶν ἀνόμων.

Οὗτος, ἐν τοῖς ὁρίοις τῶν Καυσοκαλυβίων τοῦ Ἁγίου Ὄρους ἀσκήσας, καὶ λαβὼν ῥάβδον παρὰ τοῦ Ὁσίου Ἀκακίου, καὶ δι’ αὐτῆς ἐνισχυθεὶς, ἐτελείωσεν ἐνδόξως καὶ ἀνδρικῶς τὸ μαρτύριον εἰς τὴν ἰδίαν πατρίδα


Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Νεκτάριος, ὁ ἐκ Βρυούλλων, ὁ μαρτυρήσας ἐν ἔτει 1820, ξίφει τελειοῦται.

Τὸν Σταυρὸν αἴρων Νεκτάριος Κυρίου,

Πλάνην πατάσσει τῶν ἀπίστων γενναίως.

 Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κύριλλος τοῦ Νέου τοῦ ἐν Πάρ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρσενίου, Πατριάρχου Ἀλεξανδρείας.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Οὐρανὸς ὡς ὑψηλότατος χωρήσασα, δόξαν Θεοῦ νοητῶς, ὑψηλοτάτη φωνῇ, κηρύττεις ὡς ἔνθεος, μάκαρ Ἀπόστολε, ὦ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Φῶς τὸ ἄδυτον, νομίμως ὡς ἠρίστευσας, Ὄλγα κεκλήρωσαι, τῆς τρισηλίου αὐγῆς, καὶ βλέπεις ἃ βλέπουσιν, Ἀγγέλων τάγματα, μεθ’ ὧν πάντοτε, ἀγαλλομένη προσάδεις, ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὑφαντὸν τῆς θείας χάριτος ἱμάτιον, μάκαρ ἐνέδυσας, τοὺς γυμνωθέντας τὸ πρίν, κακίᾳ τοῦ ὄφεως, καὶ ψάλλειν ἔπεισας· ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.

Προστασίαν Σε καὶ τεῖχος καὶ ἀντίληψις, καταπλουτήσαντες, Θεογεννῆτορ Ἁγνή, οἱ δοῦλοί Σου πάντοτε, πίστει βοῶμέν Σοι· Χαῖρε γέφυρα, πρὸς Θεὸν μετάγουσα, τοὺς ἐκ γῆς Εὐλογημένη

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Σταυροῦ τὸν λόγον δεξαμένη, λαὸν μὲν τοῦ Βυζαντίου ηὔφρανας, πονηρῶν δαιμόνων δέ, ἔπνιξας τὸ σύστημα, διό σου τὴν ὑπέρλαμπρον νίκην θαυμάζοντες, τελοῦμεν τὴν ἁγίαν σου μνήμην, Θεὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Ἔτεμες τοῦ ψεύδους τὸν προστάτην, ἀνδρείως κηρύττουσα Χριστόν, Ὄλγα Ἰσαπόστολε, καὶ ἀξιοθαύμαστε, τὰ δὲ τῆς πλάνης ὕδατα, ξηραίνουσα ἔκραζες· τὸν Σωτῆρα ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Γηθόμενοι σήμερον ὑμνοῦμεν, σὲ τὴν ἔνδοξον καὶ ἰσαπόστολον, Ὄλγα παναοίδιμε, πανταχοῦ ἐκήρυξας, τοὺς βωμοὺς κατέῤῥαξας, τῆς πλάνης ἅπαντας, διὸ ἐν εὐφροσύνῃ ὑμνοῦμεν, τὸν Κύριον τῆς δόξης, καὶ νίκης τὸν δοτῆρα.

Θεοτοκίον.

Τοὺς νόμους τῆς φύσεως λαθοῦσα, καὶ τίκτεις καὶ μένεις ἀειπάρθενε, Λόγον γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, ὑπερβολῇ χρηστότητος, ὦ πάντες κράζομεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ἄγει ἑορτήν, τῇ μνήμῃ σου σήμερον, τῶν Ἀποστόλων χορός, Μάρτυρες ἀγάλλονται, καὶ τῶν δικαίων πάντων τὰ πνεύματα, οἱ δὲ πιστοὶ τοῖς ὕμνοις σε καταγεραίρομεν, καὶ βοῶμεν· πάσης ἡμᾶς θλίψεως, ἀπολύτρωσαι, ὦ Ἰσαπόστολε.

Οὖσα σύσκηνος, Ἀποστόλων τάγμασιν ὡς Ἰσαπόστολος, Ὄλγα παναοίδιμε, καὶ κοσμουμένῃ θείᾳ μάκαρ στολῇ, καὶ δόξῃ κλεϊζομένη, τῇ ὑπὲρ ἔννοιαν, ἐκδυσώπει πάντοτε τοῦ ῥύεσθαι, πάσης βλάβης τοὺς σὲ μακαρίζοντας.

Ὅρμον τῆς ζωῆς, τῆς ἄνω κατέλαβες, καὶ κατασκηνώσας, ἔνθα οἱ λαμπρότητες, αἱ τῶν Ἁγίων ἀγαλλιόμεναι, ἀλλὰ κἀμοῦ ὡς ψέλλισμα νηπίων πρόσδεξαι, Ὄλγα ὅν σοι ἔπλεξα ὕμνον, καὶ παθῶν μου τὸν ζόφον διάλυσον.

Θεοτοκίον.

Ὕμνους καὶ ᾠδάς, δέχου πανάμωμε, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ Σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τὴν εἰρήνην ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βράβευσον.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Δεῦτε τὴν Ἰσαπόστολον, καὶ τῆς Ῥωσσίας καύχημα, Ὄλγαν βασίλισσαν θείαν, τιμήσωμεν κατὰ χρέος, τὴν κήρυκα τῆς πίστεως, τῆς ἀληθείας σάλπιγγα, σοφίας τὸ ὑπόδειγμα, στύλον τῆς Ἐκκλησίας, καὶ καθαιρέτιδα πλάνης.

Θεοτοκίον.

Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεόφρονες, τὸν Σὸν Υἱὲ Θεοτόκε, τρανῶς καθομολόγησα, Θεὸν τῶν ὅλον πάναγνε, μεθ’ ὧν Σὲ μεγαλύνομεν, οἱ διὰ Σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὄλγα βασίλισσα ἔνδοξε, ὦ Κωνσταντῖνός ποτε, τὸν Χριστὸν γνωρίσασα καὶ Αὐτὸν κηρύξασα, λαόν σου ὡδήγησας, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικῶσα πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος, ὅθεν εὐφημοῦμέν σε, τὴν ἱερὰν μνήμην σου γεραίροντες, Θεομακάριστε. (Δίς)

 Ὄλγα βασίλισσα πάνσοφε, λόγον πλουτοῦσα ζωῆς, πρὸς ζωὴν καθοδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας, οἱ καὶ θανόντες, προθύμως ἔνδοξε, ζῶσι καὶ μετὰ θάνατον, ἐν μακαριότητι, μεθ’ ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον.

 Ὄλγα βασίλισσα ἔνδοξε, τῷ ἱερῷ σου Ναῷ, τοῖς πίστει προστρέχουσι, τὴν ὁδὸν ἀξίωσον, εὑρεῖν τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, τῇ τῆς Τριάδος γνώσει καὶ χάριτι, στύλος γενοῦ ἡμῶν, καὶ νεφέλη ἔμψυχος καὶ ὁδηγός, πρὸς τὴν ἐπουράνιον, μακαριότητα.

 Δόξα. Ἦχος πλ. β΄.

Βασιλικὴν ὁδεύουσα ὁδόν, προγονικὴν ἐξέφυγες λατρείαν, Ὄλγα πανσεβάσμιε, καὶ ὡς ἄνασσα φρονίμη, λαμπαδηφόρος εἰσῆλθες, εἰς τὰς αὐλὰς τοῦ Κυρίου σου, καὶ τὴν ἀληθῆ σοφίαν, δεξαμένη κηρύττεις ἅπαντι τῷ λαῷ σου, ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ψυχικῶν ἀλγηδόνων ἐλευθέρωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.

Χαίροις τῆς Ῥωσσίας ἡ χαρμονή, χαίροις ὀρθοδόξων ὄντως Ὄλγα ἡ καλλονή, χαίροις Ἐκκλησίας, τὸ καύχημα τὸ μέγα, βασιλισσῶν τὸ κλέος, Αὐγούστα ἔνδοξε.

Δάκρυσ’ ἱκετεύει πανευλαβῶς, καὶ πᾶσα καρδία, μῆτερ Ὄλγα σὲ ῥωσσική, πρέσβευε Κυρίῳ, ὑπὲρ τῆς ἐν Ῥωσσίᾳ, ἁγίας Ἐκκλησίας, καὶ τῶν πιστῶν αὐτῆς.

1 σχόλιο :

  1. αποστολος λαρισα24 Ιουλίου 2017 στις 6:13 π.μ.

    πολυ ωραια λογια εχει η ακολουθια συγχαρητηρια και καλο παραδεισο ακολουθωω το ιουλιανο ημερολογιο και σημερα ειναι η εορτη της

    ΑπάντησηΔιαγραφή


Related Posts Plugin for WordPress, Blogger...