Οὔσης
οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν
κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων,
ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ.
Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον. Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς
πάλιν· εἰρήνη ὑμῖν.
Καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. Καὶ
τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς· λάβετε Πνεῦμα Ἅγιον· ἄν τινων
ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.
Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε
ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν Κύριον. Ὁ
δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων,
καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου
εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτὼ πάλιν ἦσαν
ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν
κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν. Εἶτα λέγει
τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν
χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ
πιστός. Καὶ ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ Κύριός μου καὶ ὁ Θεός μου.
Λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες
καὶ πιστεύσαντες. Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς
ἐνώπιον τῶν μαθητῶν αὐτοῦ, ἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·
ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ υἱὸς τοῦ
Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
Απόδοση στη νεοελληνική
Κατὰ τὴν
ἑσπέραν τῆς ἡμέρας ἐκείνης, τῆς πρώτης τῆς ἑβδομάδος, καὶ ἐνῷ οἱ πόρτες
ἦσαν κλειστές, ἐκεῖ ὅπου ἦσαν συγκεντρωμένοι οἱ μαθηταί, διότι ἐφοβοῦντο
τοὺς Ἰουδαίους, ἦλθε ὁ Ἰησοῦς καὶ στάθηκε εἰς τὸ μέσον καὶ τοὺς λέγει·
εἰρήνη νὰ εἶναι μαζί σας. Ὅταν εἶπε αὐτό, τοὺς ἔδειξε τὰ χέρια του καὶ
τὴν πλευράν του. Οἱ μαθηταὶ ἐχάρησαν διότι εἶδαν τὸν Κύριον. Ὁ Ἰησοῦς
τοὺς εἶπε καὶ πάλιν·
εἰρήνη νὰ εἶναι μαζί σας. Καθὼς ἔστειλε ἐμὲ ὁ Πατέρας καὶ ἐγὼ στέλνω
ἐσᾶς. Ὅταν εἶπε αὐτό, ἐφύσησε εἰς τὸ πρόσωπον καὶ τοὺς λέγει·
Λάβετε Πνεῦμα Ἅγιον· ἐὰν συγχωρέσετε τὶς ἁμαρτίες κανενὸς τοῦ εἶναι
συγχωρημένες· ἂν κανενὸς δὲν τὶς συγχωρήσετε, θὰ μείνουν ἀσυγχώρητες. Ὁ
Θωμᾶς, ἕνας ἀπὸ τοὺς δώδεκα, ὁ ὀνομαζόμενος Δίδυμος, δὲν ἦτο μαζί τους
ὅταν ἦλθε ὁ Ἰησοῦς. Τοῦ εἶπαν λοιπὸν οἱ ἄλλοι μαθηταί· εἴδαμε τὸν Κύριον. Αὐτὸς δὲ τοὺς εἶπε·
Ἐὰν δὲν ἰδῶ εἰς τὰ χέρια του τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ
δάκτυλό μου εἰς τὸ σημάδι ἀπὸ τὰ καρφιὰ καὶ δὲν βάλω τὸ χέρι μου εἰς τὴν
πλευράν του, δὲν θὰ πιστέψω. Ὕστερα ἀπὸ ὀκτὼ ἡμέρες ἦσαν πάλιν μέσα εἰς
τὸ σπίτι οἱ μαθηταί του καὶ ὁ Θωμᾶς μαζί τους. Ἔρχεται ὁ Ἰησοῦς, ἐνῷ οἱ
πόρτες ἦσαν κλειστές, ἐστάθηκε εἰς τὸ μέσον καὶ εἶπε· εἰρήνη νὰ εἶναι μαζί σας. Ἐπειτα λέγει εἰς τὸν Θωμᾶν· φέρε
τὸ δάκτυλό σου ἐδῶ καὶ κύτταξε τὰ χέρια μου καὶ φέρε τὸ χέρι σου καὶ
βάλε το εἰς τὴν πλευράν μου καὶ μὴ γίνεσαι ἄπιστος ἀλλὰ πιστός. Ὁ Θωμᾶς
τοῦ ἀπεκρίθη· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Ὁ Ἰησοῦς τοῦ λέγει·
επειδὴ μὲ εἶδες, ἐπίστεψες. Μακάριοι εἶναι ἐκεῖνοι ποὺ δὲν μὲ εἶδαν καὶ
ὅμως ἐπίστεψαν. Καὶ ἄλλα πολλὰ θαὐματα ἔκανε ὁ Ἰησοῦς ἐνώπιον τῶν
μαθητῶν του, τὰ ὁποῖα δὲν εἶναι γραμμένα εἰς τὸ βιβλίον τοῦτο. Αλλ’ αὐτὰ
ἔχουν γραφῆ γιὰ νὰ πιστέψετε ὅτι ὁ Ἰησοῦς εἶναι ὁ Χριστὸς ὁ Υἱὸς τοῦ
Θεοῦ καὶ πιστεύοντες νὰ ἔχετε ζωὴν εἰς τὸ ὄνομα αὐτοῦ.
Δεν υπάρχουν σχόλια :