19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21
Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· 22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε; 24 Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. 25 Ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ρήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.ΜΕΤΑΦΡΑΣΗ
19 Οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐζήτησαν ἐκείνην τὴν ὥραν νὰ βάλουν χέρι ἐπάνω του, διότι ἐκατάλαβαν ὅτι τὴν παραβολὴν τὴν εἶπε γι’ αὐτούς, ἀλλὰ ἐφοβοῦντο τὸν λαόν. 20 Ἐκαιροφυλακτοῦσαν λοιπὸν καὶ ἔστειλαν κατασκόπους οἱ ὁποῖοι ὑπεκρίνοντο τοὺς εὐσεβεῖς, διὰ νὰ βροῦν κάποιον λόγον του γιὰ πρόσχυμα ὥστε νὰ τὸν παραδώσουν εἰς τὴν ἀρχὴν καὶ τὴν ἐξουσίαν τοῦ ἡγεμόνος. Καὶ τὸν ἐρώτησαν, «Διδάσκαλε, γνωρίζομεν ὅτι ὅσα λέγεις καὶ διδάσκεις εἶναι ὀρθὰ καὶ δὲν λαβαίνεις ὑπ’ ὄψιν σου πρόσωπον ἀνθρώπου ἀλλὰ διδάσκεις ἀληθινὰ τὸν δρόμον τοῦ Θεοῦ. 22 Μᾶς ἐπιτρέπεται νὰ δίνωμεν φόρον εἰς τὸν Καίσαρα ἢ ὄχι;». 23 Αὐτὸς ἀντελήφθη τὴν πονηρίαν τους καὶ τοὺς εἶπε, «Διατὶ μὲ πειράζετε; 24 Δείξατέ μου ἕνα δηνάριον. Τίνος εἰκόνα καὶ ἐπιγραφὴν ἔχει;». Ἐκεῖνοι ἀπεκρίθησαν, «Τοῦ Καίσαρος». 25 Τότε αὐτὸς τοὺς εἶπε, «Δῶστε λοιπὸν εἰς τὸν Καίσαρα ὅσα ὀφείλονται εἰς τὸν Καίσαρα καὶ εἰς τὸν Θεὸν ὅσα ὀφείλονται εἰς τὸν Θεόν». 26 Καὶ δὲν μπόρεσαν νὰ τὸν ἐνοχοποιήσουν ἀπὸ τὰ λόγια τοῦ ἐμπρὸς εἰς τὸν λαόν· ἐθαύμασαν διὰ τὴν ἀπάντησίν του καὶ ἐσιώπησαν.
Δεν υπάρχουν σχόλια :