(᾿Ιωάν. δ΄ 5 - 42)
Τῷ καιρῷ
ἐκείνῳ, ἕρχεται ὁ Κύριος εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ,
πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ
τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ
τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ.
Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν
εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις·
πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος;
οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ·
εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν,
σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή·
Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ
ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ
φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει
πάλιν· ὃς δι' ἂν πίῃ ἐκ τοῦ
ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω
αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Λέγει
πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ
ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου
καὶ ἐλθὲ ἐνθάδε. Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. Λέγει αὐτῇ ὁ
Ἰησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν
ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
Λέγει αὐτῷ ἡ γυνή·
Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ
προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου
δεῖ προσκυνεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται
ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ
πατρί. Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι
ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. Ἀλλ' ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε
οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ·
καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός,
καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
Λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν
ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. Λέγει αὐτῇ ὁ Ἰησοῦς· ἐγώ εἰμι ὁ
λαλῶν σοι. Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ
γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ' αὐτῆς;
Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει
τοῖς ἀνθρώποις· δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι
οὗτός ἐστιν ὁ Χριστός; Ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς
αὐτόν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε. Ὁ
δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. Ἔλεγον οὖν
οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; Λέγει αὐτοῖς ὁ
Ἰησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ
τελειώσω αὐτοῦ τὸ ἔργον. Οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ
θερισμὸς ἔρχεται; Ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ
θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. Καὶ ὁ θερίζων
μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων
ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι
ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ
οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν
εἰσεληλύθατε. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν
Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα
ὅσα ἐποίησα. Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι
παρ' αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν
διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν
πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ
σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
Απόδοση στη νεοελληνική
Τόν καιρό
ἐκείνο, ἔρχεται ὁ Κύριος εἰς μίαν πόλιν τῆς Σαμαρείας ποὺ λέγεται Συχάρ,
κοντὰ εἰς τὸ χωράφι ποὺ ἔδωκε ὁ Ἰακὼβ εἰς τὸν Ἰωσήφ, τὸν υἱόν του. Ἐκεῖ
ὑπῆρχε τὸ πηγάδι τοῦ Ἰακώβ. Ὁ Ἰησοῦς, κουρασμένος ἀπὸ τὴν ὁδοιπορίαν,
ἐκάθησεν, ὅπως ἦτο κοντὰ εἰς τὸ πηγάδι· ἡ ὥρα ἦτο περίπου ἕξη. Ἔρχεται
μιὰ γυναῖκα ἀπὸ τὴν Σαμάρειαν διὰ νὰ πάρῃ νερό. Ὁ Ἰησοῦς τῆς λέγει· δός μου νὰ πιῶ, διότι οἱ μαθηταί του εἶχαν φύγει εἰς τὴν πόλιν διὰ νὰ ἀγοράσουν τρόφιμα. Ἡ Σαμαρεῖτισσα γυναῖκα τοῦ λέγει·
πῶς σὺ ποὺ εἶσαι Ἰουδαῖος ζητᾶς νὰ πιῇς ἀπὸ ἐμὲ ποὺ εἶμαι γυναῖκα
Σαμαρεῖτις; Διότι οἱ Ἰουδαῖοι δὲν ἐπικοινωνοῦν μὲ τοὺς Σαμαρείτας. Ὁ
Ἰησοῦς τῆς ἀπεκρίθη·
Ἐὰν ἤξερες τὴν δωρεὰν τοῦ Θεοῦ καὶ ποιὸν εἶναι ἐκεῖνος ποὺ σοῦ λέγει,
δός μου νὰ πιῶ, σὺ θὰ τὸν παρακαλοῦσες καὶ θὰ σοῦ ἔδινε νερὸ ζωντανό.
Λέγει εἰς αὐτὸν ἡ γυναῖκα·
Κύριε, κουβὰ δὲν ἔχεις καὶ τὸ πηγάδι εἶναι βαθύ, ἀπὸ ποῦ λοιπὸν ἔχεις
τὸ νερὸ τὸ ζωντανό; Μήπως εἶσαι σὺ μεγαλύτερος ἀπὸ τὸν πατέρα μας Ἰακὼβ
ποὺ μᾶς ἔδωκε τὸ πηγάδι καὶ ἤπιε ἀπὸ αὐτὸ καὶ ὁ ἴδιος καὶ τὰ παιδιά του
καὶ τὰ ζῶα του; Ὁ Ἰησοῦς τῆς ἀπεκρίθη· Ὅποιος
πίνει ἀπὸ τὸ νερὸ αὐτὸ θὰ διψάσῃ καὶ πάλιν· ἐκεῖνος ὅμως ποὺ θὰ πιῇ ἀπὸ
τὸ νερὸ ποὺ ἐγὼ θὰ τοῦ δώσω, θὰ γίνῃ μιὰ ἐσωτερικὴ πηγὴ νεροῦ ποὺ θὰ
ἀναβρύῃ εἰς ζωὴν αἰώνιον. Λέγει εἰς αὐτὸν ἡ γυναῖκα· Κύριε, δός μου τὸ νερὸ αὐτὸ διὰ νὰ μὴ διψῶ οὔτε νὰ ἔρχωμαι ἐδῶ νὰ ἀντλῶ. Ὁ Ἰησοῦς τῆς λέγει· πήγαινε, φώναξε τὸν ἄνδρα σου καὶ ἔλα ἐδῶ. Ἡ γυναῖκα ἀπεκρίθη· δὲν ἔχω ἄνδρα· λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς· καλὰ
εὶπες ὅτι δὲν ἔχεις ἄνδρα, διότι πέντε ἄνδρες ἐπῆρες καὶ τώρα ἐκεῖνον
ποὺ ἔχεις δὲν εἶναι ἄνδρας σου· εἰς αὐτὸ εἶπες ἀλήθεια. Λέγει εἰς αὐτὸν ἡ
γυναῖκα·
Κύριε, βλέπω ὅτι σὺ εἶσαι προφήτης. Οἱ πατέρες μας εἰς τὸ ὄρος τοῦτο
ἐλάτρευσαν τὸν Θεόν, ἐνῷ σεῖς λέτε ὅτι εἰς τὰ Ἱεροσόλυμα εἶναι ὁ τόπος
ὅπου πρέπει νὰ λατρεύεται ὁ Θεός. Λέγει εἰς αὐτὴν ὁ Ἰησοῦς· πίστεψέ
με, γυναῖκα, ὅτι ἔρχεται ὥρα ποὺ οὔτε εἰς τὸ ὄρος τοῦτο οὔτε εἰς τὰ
Ἱεροσόλυμα θὰ λατρεύετε τὸν Πατέρα. Σεῖς λατρεύετε ἐκεῖνο ποὺ δὲν
ξέρετε, ἐμεῖς λατρεύομεν ἐκεῖνο ποὺ ξέρουμε, διότι ἡ σωτηρία ἔρχεται ἀπὸ
τοὺς Ἰουδαίους. Ἀλλ’ ἔρχεται ἡ ὥρα, καὶ μάλιστα ἦλθε ἤδη, ποὺ οἱ
ἀληθινοὶ προσκυνηταὶ θὰ λατρεύσουν τὸν Πατέρα πνευματικὰ καὶ ἀληθινά,
διότι τέτοιοι θέλει ὁ Πατέρας νὰ εἶναι ἐκεῖνοι ποὺ τὸν λατρεύουν. Ὁ Θεὸς
εἶναι Πνεῦμα καὶ ἐκεῖνοι ποὺ τὸν λατρεύουν πρέπει νὰ τὸν λατρεύουν
πνευματικὰ καὶ ἀληθινά. Λέγει εἰς αὐτὸν ἡ γυναῖκα· ξέρω ὅτι θὰ ἔλθῃ ὁ Μεσσίας, ὁ λεγόμενος Χριστός. Ὅταν ἔλθῃ ἐκεῖνος, θὰ μᾶς τὰ γνωρίσῃ ὅλα. Ὁ Ἰησοῦς τῆς λέγει·
Ἐγὼ εἶμαι ποὺ μιλῶ μαζί σου. Τὴν στιγμὴν αὐτὴν ἦλθαν οἱ μαθηταί του καὶ
ἀπόρησαν γιατὶ μιλᾶς μαζί της; Ἡ γυναῖκα ἄφησε τὴν στάμνα της, ἐπῆγε
εἰς τὴν πόλιν καὶ εἶπε εἰς τοὺς ἀνθρώπους·
Ἐλᾶτε νὰ ἰδῆτε ἕναν ποὺ μοῦ εἶπε ὅλα ὅσα ἔκανα· μήπως εἶναι αὐτὸς ὁ
Χριστός; Ἐβγῆκαν λοιπὸν ἀπὸ τὴν πόλιν καὶ ἤρχοντο σ’ αὐτόν. Ἐν τῷ μεταξὺ
τὸν παρακαλοῦσαν οἱ μαθηταὶ καὶ τοῦ ἔλεγαν· Ραββί, φάγε. Αὐτὸς δὲ εἶπε· Ἐγὼ ἔχω φαγητὸν νὰ φάγω, τὸ ὁποῖον σεῖς δὲν ξέρετε. Ἔλεγαν τότε οἱ μαθηταὶ μεταξύ τους· μήπως τοῦ ἔφερε κανεὶς νὰ φάγῃ; Λέγει εἰς αὐτοὺς ὁ Ἰησοῦς·
τὸ φαγητόν μου εἶναι νὰ κάνω τὸ θέλημα ἐκείνου, ποὺ μὲ ἔστειλε καὶ νὰ
τελειώσω τὸ ἔργο του. Δὲν λέτε, τέσσερις μῆνες ἀκόμη καὶ ὁ θερισμὸς
ἔρχεται; Σηκῶστε τὰ μάτια σας, σᾶς λέγω, καὶ ἰδέτε τὰ χωράφια ὅτι εἶναι
ἄσπρα, ἕτοιμα πρὸς θερισμόν. Ἤδη ὁ θεριστὴς παίρνει μισθὸν καὶ μαζεύει
καρπὸν διὰ τὴν ζωὴν τὴν αἰώνιον, διὰ νὰ χαίρουν μαζὶ καὶ ὁ σπορεὺς καὶ ὁ
θεριστής. Ἐδῶ ἡ παροιμία εἶναι ἀληθινή, ὅτι ἄλλος σπέρνει καὶ ἄλλος
θερίζει. Ἐγὼ σᾶς ἔστειλα νὰ θερίσετε ἐκεῖνο, διὰ τὸ ὁποῖον δὲν
ἐκοπιάσατε· ἄλλοι ἔχουν κοπιάσει καὶ σεῖς ἐμπήκατε εἰς τὸν κόπον τους.
Πολλοὶ ἀπὸ τοὺς Σαμαρείτας τὴς πόλεως ἐκείνης ἐπίστεψαν εἰς αὐτὸν ἐξ
αἰτίας τῆς μαρτυρίας τῆς γυναῖκας μοῦ εἶπε ὅλα ὅσα ἔκανα. Ὅταν λοιπὸν
ἦλθαν οἱ Σαμαρεῖται πρὸς αὐτόν, τὸν παρακαλοῦσαν νὰ μείνῃ κοντά τους·
καὶ ἔμεινε ἐκεῖ δύο ἡμέρες. Καὶ πολὺ περισσότεροι ἐπίστεψαν ἔπειτα ἀπὸ
ὅσα τοὺς εἶπε, εἰς δὲ τὴν γυναῖκα ἔλεγαν·
Ὁ λόγος ποὺ πιστεύομεν δὲν εἶναι πλέον τὰ ὅσα μᾶς εἶπες, ἀλλὰ διότι τὸν
ἀκούσαμε ἐμεῖς οἱ ἴδιοι καὶ ξέρομεν ὅτι αὐτὸς εἶναι ἀληθινὰ ὁ Σωτὴρ τοῦ
κόσμου, ὁ Χριστός.
Πηγή: Ι.Ν. Αγίων Χαραλάμπους & Αντωνίου Κρύα Ιτεών Πατρών
Δεν υπάρχουν σχόλια :