57 ᾿Εγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.
58 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ.
61 Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.62 Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
μετάφραση
57 Ἐνῷ ἐπήγαιναν εἰς τὸν δρόμον, τοῦ εἶπε κάποιος, «Θὰ σὲ ἀκολουθήσω ὄπου καὶ ἂν πᾶς, Κύριε».
58 Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Οἱ ἀλεποῦδες ἔχουν τρύπες, καὶ τὰ πτηνὰ τοῦ οὐρανοῦ φωληές, ἀλλ’ ὁ Υἱὸς τοῦ ἀνθρώπου δὲν ἔχει ποῦ νὰ γείρῃ τὸ κεφάλι».
59 Καὶ εἰς ἄλλον εἶπε, «Ἀκολούθησέ με», ἀλλ’ αὐτὸς ἀπήντησε, «Κύριε, ἐπίτρεψέ μου νὰ πάω πρῶτα νὰ θάψω τὸν πατέρα μου».
60 Ὁ Ἰησοῦς τοῦ εἶπε, «Ἄφησε τοὺς νεκροὺς νὰ θάψουν τοὺς δικούς των νεκρούς· ἀλλὰ σὺ πήγαινε καὶ κήρυξε τὴν βασιλείαν τοῦ Θεοῦ».
61 Ἕνας ἄλλος τοῦ εἶπε, «Θὰ σὲ ἀκολουθήσω, Κύριε, ἀλλὰ ἐπίτρεψέ μου πρῶτα νὰ ἀποχαιρετήσω τοὺς ἀνθρώπους τοῦ σπιτιοῦ μου».62 Εἰς αὐτὸν ὁ Ἰησοῦς εἶπε, «Κανεὶς ποὺ βάζει τὸ χέρι εἰς τὸ ἀλέτρι καὶ κυττάζει πρὸς τὰ πίσω, δὲν εἶναι κατάλληλος διὰ τὴν βασιλείαν τοῦ Θεοῦ».
Δεν υπάρχουν σχόλια :