Τῷ
καιρῷ ἐκείνῳ, ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ
πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. Καὶ
ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ᾿Οψίας
δὲ γενομένης μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν,
βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. Τετάρτῃ δὲ
φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ιησοῦς περιπατῶν ἐπὶ τῆς
θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα
ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ
φοβεῖσθε.
᾿Αποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε·
Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.῾Ο δὲ εἶπεν,
᾿Ελθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα
ἐλθεῖν πρὸς τὸν ᾿Ιησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ
ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. Εὐθέως δὲ ὁ
᾿Ιησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ᾿Ολιγόπιστε!
εἰς τί ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· οἱ
δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ᾿Αληθῶς Θεοῦ Υἱὸς
εἶ. Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.
Ἀπόδοση στη νεοελληνική
Ἐκεῖνο
τὸν καιρό, ὁ ᾿Ιησοῦς ὑποχρέωσε τοὺς μαθητές του νὰ μποῦν στὸ καΐκι καὶ
νὰ πᾶνε νὰ τὸν περιμένουν στὴν ἀπέναντι ὄχθη, ὡσότου αὐτὸς διαλύσει τὰ
πλήθη. ᾿Αφοῦ τοὺς διέλυσε, ἀνέβηκε μόνος του στὸ βουνὸ νὰ προσευχηθεῖ.
῞Οταν βράδιασε ἦταν μόνος του ἐκεῖ. Στὸ μεταξὺ τὸ καΐκι βρισκόταν κιόλας
στὴ μέση τῆς λίμνης καὶ τὸ παίδευαν τὰ κύματα, γιατὶ ἦταν ἀντίθετος ὁ
ἄνεμος. Κατὰ τὰ ξημερώματα, ἦρθε ὁ ᾿Ιησοῦς κοντά τους περπατώντας πάνω
στὴ λίμνη. Οἱ μαθητές, ὅταν τὸν εἶδαν νὰ περπατάει πάνω στὴ λίμνη,
τρόμαξαν· ἔλεγαν πὼς εἶναι φάντασμα κι ἔβαλαν τὶς φωνὲς ἀπὸ τὸν φόβο
τους. ᾿Αμέσως ὅμως ὁ ᾿Ιησοῦς τοὺς μίλησε καὶ τοὺς εἶπε· Θάρρος! ᾿Εγὼ
εἶμαι· μὴ φοβάστε. ῾Ο Πέτρος τοῦ ἀποκρίθηκε· Κύριε, ἂν εἶσαι ἐσύ, δῶσε
μου ἐντολὴ νὰ ἔρθω κοντά σου περπατώντας στὰ νερά. Κι ἐκεῖνος τοῦ εἶπε·
῎Ελα. Κατέβηκε τότε ἀπὸ τὸ πλοῖο ὁ Πέτρος κι ἄρχισε νὰ περπατάει πάνω
στὰ νερὰ γιὰ νὰ πάει στὸν ᾿Ιησοῦ. Βλέποντας ὅμως τὸν ἰσχυρὸ ἄνεμο
φοβήθηκε, κι ἄρχισε νὰ καταποντίζεται· ἔβαλε τότε τὶς φωνές· Κύριε, σῶσε
με! ᾿Αμέσως ὁ ᾿Ιησοῦς ἅπλωσε τὸ χέρι, τὸν ἔπιασε καὶ τοῦ λέει·
᾿Ολιγόπιστε, γιατί σὲ κυρίεψε ἡ ἀμφιβολία; Καὶ μόλις ἀνέβηκαν στὸ καΐκι
κόπασε ὁ ἄνεμος. Τότε ὅσοι ἦταν στὸ καΐκι ἦρθαν καὶ τὸν προσκύνησαν
λέγοντας· ᾿Αληθινά, εἶσαι ὁ Υἱὸς τοῦ Θεοῦ! ᾿Αφοῦ διασχίσανε τὴ λίμνη,
ἦρθαν στὴν περιοχὴ τῆς Γεννησαρέτ.
Δεν υπάρχουν σχόλια :